Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.358 Joseph. AJ 19.363 (English) >>Joseph. AJ 20.1

19.361πυθόμενός γε μὴν Καῖσαρ, ὅτι τέθνηκεν Ἀγρίππας, Σεβαστηνοὶ δὲ καὶ Καισαρεῖς ὑβρίκασιν εἰς αὐτόν, ἐπʼ ἐκείνῳ μὲν ἤλγησεν, ἐπὶ δὲ τοὺς ἀχαριστήσαντας ὠργίσθη. 19.362πέμπειν οὖν εὐθέως ὥρμητο τὸν νεώτερον Ἀγρίππαν τὴν βασιλείαν διαδεξόμενον ἅμα βουλόμενος ἐμπεδοῦν τοὺς ὀμωμοσμένους ὅρκους, ἀλλὰ τῶν ἐξελευθέρων καὶ φίλων οἱ πολὺ παρʼ αὐτῷ δυνάμενοι ἀπέτρεψαν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ μηδὲ τοὺς παιδὸς ἐκβεβηκότι χρόνους ἐπιτρέπειν βασιλείας τηλικοῦτον μέγεθος, μὴ δυνατὸν τὰς τῆς διοικήσεως φροντίδας ἐνεγκεῖν, καὶ τελείῳ δʼ οὖν εἶναι βαρὺ βάσταγμα βασιλείαν. 19.363ἔδοξεν οὖν αὐτοὺς εἰκότα λέγειν Καῖσαρ. ἔπαρχον οὖν τῆς Ἰουδαίας καὶ τῆς ἁπάσης βασιλείας ἀπέστειλεν Κούσπιον Φᾶδον τῷ κατοιχομένῳ διδοὺς τιμὴν τὸ μὴ Μάρσον ἐπαγαγεῖν εἰς βασιλείαν αὐτῷ διάφορον. 19.364ἐγνώκει δὲ πρὸ πάντων ἐπιστεῖλαι τῷ Φάδῳ Καισαρεῦσιν καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως καὶ παροινίας εἰς τὰς ἔτι ζώσας, 19.365τὴν ἴλην δὲ τῶν Καισαρέων καὶ τῶν Σεβαστηνῶν καὶ τὰς πέντε σπείρας εἰς Πόντον μεταγαγεῖν, ἵνʼ ἐκεῖ στρατεύοιντο, τῶν δʼ ἐν Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἐπιλέξαι στρατιώτας κατʼ ἀριθμοὺς καὶ τὸν ἐκείνων ἀναπληρῶσαι τόπον. 19.366οὐ μὴν οἱ κελευσθέντες μετέστησαν· πρεσβευσάμενοι γὰρ Κλαύδιον ἀπεμειλίξαντο καὶ μένειν ἐπὶ τῆς Ἰουδαίας ἐπέτυχον, οἳ καὶ τοῖς ἐπιοῦσι χρόνοις τῶν μεγίστων Ἰουδαίοις ἐγένοντο συμφορῶν ἀρχὴ τοῦ κατὰ Φλῶρον πολέμου σπέρματα βαλόντες. ὅθεν Οὐεσπασιανὸς κρατήσας, ὡς μετʼ ὀλίγον ἐροῦμεν, ἐξήγαγεν αὐτοὺς τῆς ἐπαρχίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.358 Joseph. AJ 19.363 (English) >>Joseph. AJ 20.1

Powered by PhiloLogic